Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.55 Dem. 23.58 (English) >>Dem. 23.61

23.57φέρε, ἂν δέ τι συμβῇ τοιοῦτον οἷον ἴσως ἤδη τῳ καὶ ἄλλῳ, ἀπαλλαγῇ μὲν ἐκ Θρᾴκης, ἐλθὼν δʼ εἰς πόλιν οἰκῇ που, τῆς μὲν ἐξουσίας μηκέτι κύριος ὢν διʼ ἧς πολλὰ ποιεῖ τῶν ἀπειρημένων ὑπὸ τῶν νόμων, τοῖς δʼ ἔθεσιν καὶ ταῖς ἐπιθυμίαις ταῦτʼ ἐπιχειρῶν πράττειν, ἄλλο τι σιγῶντα δεήσει Χαρίδημον ἐᾶν αὑτὸν ὑβρίζειν; οὐ γὰρ ἀποκτεῖναί γʼ ἀσφαλὲς οὐδὲ τιμωρίαν λαβεῖν ἣν δίδωσʼ νόμος, διὰ τὸ ψήφισμα τουτί. 23.58καὶ μὴν εἴ τις ἐκεῖνʼ ὑπολαμβάνει, ποῦ δὲ γένοιτʼ ἂν ταῦτα; τί κωλύει κἀμὲ λέγειν, τίς δʼ ἂν ἀποκτείναι Χαρίδημον; ἀλλὰ μὴ τοῦτο σκοπῶμεν· ἀλλʼ ἐπειδήπερ ἐστὶ τὸ φεῦγον ψήφισμα οὐκ ἐπʼ ἤδη γεγενημένῳ τινὶ πράγματι, ἀλλʼ ἐπὶ τοιούτῳ μηδʼ εἰ γενήσεται μηδεὶς οἶδεν, τὸ μὲν τοῦ μέλλοντος ἔσεσθαι κοινὸν ἀμφοῖν ὑπαρχέτω, πρὸς δὲ τοῦθʼ ὑποθέντες ἀνθρωπίνως τὰς ἐλπίδας οὕτω σκοπῶμεν, ὡς τάχʼ ἄν, εἰ τύχοι, καὶ τούτων κἀκείνων συμβάντων. 23.59λύσασι μὲν τοίνυν τὸ ψήφισμα, ἂν ἄρα συμβῇ τι παθεῖν ἐκείνῳ, εἰσὶν αἱ κατὰ τοὺς νόμους ὑπὲρ αὐτοῦ τιμωρίαι· ἐῶσι δέ, ἂν ἄρʼ ἐκεῖνος ζῶν ἀδικῇ τινα, ἀνῄρηται τοῖς ὑβριζομένοις μετὰ τῶν νόμων δίκη. ὥστε πανταχῇ καὶ ἐναντίον ἐστὶ τοῖς νόμοις τὸ ψήφισμα καὶ λῦσαι συμφέρει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.55 Dem. 23.58 (English) >>Dem. 23.61

Powered by PhiloLogic